Ancient Greek
SB 16 12761
Documentary Papyri, SB 16 12761
Not analysed yet
……τὰ ὑπάρχοντά μοι πρόβατα πεντήκοντα αἶγας ἑπτά, γίνονται πρόβατα ν αἶγες ζ, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσονται περὶ Σέσφα τῆς κάτω τοπαρχίας καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως τοῦ υἱοῦ μου Μνασέου λαογραφουμένου περὶ τὴν αὐτὴν κώμην· ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. εὐτύχει. Ἀπολλώνιος τοπάρχης ἀναγέγραφα πρόβατα πεντήκοντα αἶγας ἑπτά, γίνονται πρόβατα ν αἶγες ζ. ἔτους ιγ Τιβερίου Καίσαρος Σεβαστοῦ …Μεχεὶρ …