Ancient Greek
SB 16 12776
Documentary Papyri, SB 16 12776
Not analysed yet
Πτολεμαῖος ὁ ἐξειληφὼς τὴν ἕκτην τῶν ἀκροδρύων τοῦ Ἀπολλωνοπολίτου εἰς τὸ μϛ ἔτος Ἁρεμσῦνι Παχούμιος καὶ τοῖς μετόχοις χαίρειν. τετάξασθε τὸ καθῆκον τέλος τοῦ ὑπάρχοντος ὑμῖν φοινικῶνος περὶ Ἀπόλλωνος πόλιν χαλκοῦ πρὸς ἀργύριον υ γίνονται υ. ἔτους μϛ Μεσορὴ λ. Πτολεμαῖος σὺν Χαιρήμονι. …