Ancient Greek
SB 16 12785
Documentary Papyri, SB 16 12785
Not analysed yet
Αὐρηλίῳ Κασιανῷ τῷ καὶ …βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίων Ἀμούνεως Πανεφρέμμεως τοῦ Στοτοήτεως μητρὸς Ταπιώμιος ἱερέως γ φυλῆς καὶ Παβοῦτος Στοτοήτεως τοῦ Παβοῦτος μητρὸς Ταυήτιος καὶ Ὀννώφρεως Ἁρπαγάθου τοῦ Στοτοήτεως μητρὸς Τανεφρέμμεως καὶ Παβοῦτος Πακύσεως τοῦ Τεσενούφεως μητρὸς Θατρῆτος τῶν γ ἱερέων δ φυλῆς καὶ Σαταβοῦτος Στοτοήτεως τοῦ Ὀννώφρεως μητρὸς Ἑριέως ἱερέως πέμπτης φυλῆς τῶν πέντε καὶ τῶν λοιπῶν ἱερέων Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ Σοκοπιαίιος θεοῦ μεγίστου καὶ ἱεροῦ χαριτησίου καὶ Ἴσιδος Νεφρέμιδος καὶ Ἴσιδος Νεφορσήους καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου. κατεχωρίσαμέν σοι γραφὴν ἱερέων καὶ χειρισμοῦ τοῦ ἱεροῦ τοῦ ἐνεστῶτος γ ἔτους τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. βασιλικὸς γραμματεὺς Ἡρακλείδου μερίδος ἔσχον τὸν προκείμενον χειρισμὸν τοῦ γ ἔτους τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ.