Ancient Greek
SB 16 12833
Documentary Papyri, SB 16 12833
Not analysed yet
Ἰουλίωι Μαξιμιανῶι τῶι κρατίστῳ ἐπιστρατήγωι παρὰ Ὀννώφρεως τοῦ Ὀννώφρεως ἱερέως καὶ κωμαστοῦ πενταφυλίας λογίμου ἱεροῦ Σοκνοπαίου θεοῦ μεγίστου καὶ Σοκνοπιαιίος καὶ Ἴσιδος Νεφερσήους καὶ Σεράπιδος καὶ Ἴσιδος Νεφρέμμιδος καὶ τῶν συννάων θεῶν μεγίστων· ἀχθεὶς καὶ καθιστὰς κατὰ τὰ ἀπειρημένα εἰς σιτολογίαν δευτέρας τοπαρχίας Ἡρακλείδου μερίδος ἐνέτυχόν σοι τῷ κυρίῳ διʼ ἀναφορᾶς καὶ ἔγραψας Σαραπίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος ἐπιστολὴν ἧς τὸ ἀντίγραφον ὑποτέτακται· μέχρι τούτου οὔπω ἐκβιβασθέντων τῶν διὰ τῆς ἐπιστολῆς σου ἐνγεγραμμένων ἀναγκαίως καὶ νῦν σοι προσελθεῖν ἠνάγκασμαι καὶ δέομαι ἤδη ποτὲ τὸ γραφὲν ἐκβιβασθῆναι ἵνʼ ὦ εὐεργετημένος· ἔστιν δὲ τῆς ἐπιστολῆς ἀντίγραφον· Ἰούλιος Μαξιμιανὸς Σαραπίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος χαίρειν· …