Ancient Greek
SB 16 12835
Documentary Papyri, SB 16 12835
Not analysed yet
……συνανηγκάσθη χειρογραφίαν προέσθαι ὑπὲρ τοῦ κατασπεῖραι περὶ κώμην Φιλαδέλφιαν ἀπὸ τῆς Λιουίας προσόδου ἀρούρας πέντεἥμισυ· ἐρωτῶ οὖν σε ἐπιγνόντα εἰ ταῦθʼ οὕτως ἔχει ὑπὲρ τοῦ αὐτὸν εἶναι ἀπὸ τοῦ Μεμφίτου γράψαι τῶι Τρύφωνι ἀπαρενόχλητον αὐτὸν παρασχέσθαι, ἀναδοῦναί τε αὐτῶι ἣν ἔλαβον αὐτοῦ χειρογραφίαν· ποίησον πᾶν, ἄδελφε, ἵνα μοι τάχιον ἀνθομολογήσηται, καὶ σὺ δὲ ἡμῖν ἐπίτρεπε ὑπὲρ ὧν ἐὰν βούληι. ἔρρωσο. ἔτους λε Καίσαρος Μεχεὶρ κβ.