Ancient Greek
SB 16 12866
Documentary Papyri, SB 16 12866
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου Παχὼν νουμηνίᾳ λήξεως πρώτης ἰνδικτίωνος. Αὐρηλίῳ Φοιβάμμωνι Γεωργίου τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Παπνουθίου υἱοῦ Βίκτωρος μητρὸς Ῥαχῆλ ἀμπελουργοῦ ἀπὸ ἐποικίου Διοσκορίδος πεδίων κώμης Δημητρίου τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ πενταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ δευτέρας ἰνδικτίωνος τὸ διαφέρον σοι χωρίον ἀμπελικὸν …ὅσου ἐστὶν ἀρουρηδοῦ …