Ancient Greek
SB 16 12947
Documentary Papyri, SB 16 12947
Not analysed yet
Μέλας Διοσκόρῳ ἀδελφῷ χαίρειν. ἀπέστειλα πρὸς σὲ Ἀμμώνιον ὀφφικιάλιον καὶ Διοσκουρίδην ὅπως μετὰ Ἀμμωνίου σὺ κατενέγκῃς τὰ ἀργύρια τὰ ὄντα παρὰ σοὶ ὅλα καὶ παραδῷς μοι ἐνταῦθα. ἀλλὰ βλέπε ἀσφαλῶς ἁμάξας δυναμένας τὴν πίστιν παραδοῦναι ἡμῖν. οὐ μὴν ἀλλὰ ποίησον αὐτὰς ἐγγύην σοι παρασχεῖν τῆς ὑποδοχῆς αὐτῶν. εἰ δὲ μὴ τοῦτο ὑφίστανται, καὶ ἂν γνῶθι ὅτι ποταποί εἰσιν, καὶ οὕτως μετὰ πάσης ἀσφαλείας κατένεγκον, μηδὲν ὑπερθέμενος, ἐπεὶ …ει εἰμι ἀργυρίων …ν…. ἐὰν δ… περιόντων σοι γνω… τω…τα…υ… τ…ι… τ…ων …μια…ι… ἀναλήμψασθαι ἔχοντες ὑπερ… ἀργυρίων α…ου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.