Ancient Greek
SB 16 12951
Documentary Papyri, SB 16 12951
Not analysed yet
Ἰουλίωι Νωμινάτωι …παρὰ Κάστορος τοῦ Ἀπίωνος ἀπὸ κώμης Καρανίδος. ἐπέβαλεν …λῃστρικῷ τρόπωι εἰς τὴν οἰκίαν μου καὶ ἐβαστάξατο ἐλαίας ἀρτάβας η καὶ λωτίνου σπ… καταβολαῖον εν και… ἐξετάσας ν…ον εὗρον …μακροκέντην …ν…ν ἐμοῦ …τὴν ἀναζήτησιν ποιουμένου εὗρον ἔλαιον μετρητὴν ἕνα ἐν οἰκίᾳ Πεθέως τοῦ Ἡρακλᾶτος ᾧ καὶ ὑπενοήμην ἐπὶ παρόντος τοῦ τῆς κώμης ἡγουμένου καὶ πρεσβυτέρου. διὸ ἀξιῶ ἀχθῆναι αὐτὸν ἐπὶ σὲ καὶ τυχεῖν τῶν ἁρμοζόντων. Κάστωρ ὡς ἐτῶν ν οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ ιζ.