Ancient Greek
SB 16 12980
Documentary Papyri, SB 16 12980
Not analysed yet
διὰ τοῦ παρόντος ἡμετέρου γράμματος πλεῖστα ὡς παρὼν προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν θεοφιλεστάτην ἀδελφότητα, παρακαλῶν αὐτὴν σκυλμὸν ὑπομεῖναι ἕως τῶν ἐνταῦθα εἰς εὐχὴν τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ, φέροντες μεθʼ ἑαυτῶν καὶ τὰ θεοφιλέστατα παιδία, ὅπως ἀπολάβητε τῆς εὐλογίας αὐτῶν· ἀλλὰ πάντως τοῦτο πράξατε ἵνα ἀπολαύσωμεν καὶ τῆς κατὰ πρόσωπον ὑμῶν προσκυνήσεως. δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ ἀδελφῷ Ζαχαρίᾳ κόμετι Θεόδωρος