Ancient Greek
SB 16 12983
Documentary Papyri, SB 16 12983
Not analysed yet
ὁ δεῖνα …Ἥρωνος ἀπὸ κώμης …παρὰ τοῦ δεῖνος Σαραπίωνος ἀπὸ τῆς μητροπόλεως ἀπὸ ἀμφόδου Μακεδόνων Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν …τοῦ …νου κλήρου ἀρούρας ἕνδεκα ἢ ὅσαι ἐὰν ὦσιν εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος …ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων, ἐκφορίου τῶν ὅλων ἀρουρῶν κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν ἑβδομήκοντα καὶ θαλλῶν κατʼ ἔτος τυρίων βοικῶν Ἀρσινοειτικῶν …καὶ…αμεως σπέρματος ἀρτάβης …ἡμίσους ,πάντων δημοσίων ὄντων πρὸς τὸν… ἀνυπολόγων παντὸς ὑπολόγου καὶ ἀκινδύνων παντὸς κινδύνου ……σπείρων …ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, τὸ μὲν ἥμισυ μέρος ἀπὸ συνκομιδῆς πυροῦ, τὸ δὲ λοιπὸν μέρος ἀπὸ ἀναπαύματος χόρτου …καὶ παραδώσω καθὼς πρόκειται …ριων πυροῦ ἀρτάβας πέντε …το καὶ ἀναγκαίως παρέξομαι …ρ…ημ…απα… …ω…ουντα… …αφ…ιν…οληω… …Ἁθὺρ κε.