Ancient Greek
SB 3 7204
Documentary Papyri, SB 16 12985
Not analysed yet
ἔτους …Μεχὶρ ιϛ ἐν Διὸς πόλει τῆι μεγάληι τῆς Θηβαίδος ἐπʼ Ἀντιπάτρου τοῦ πρὸς τῆι ἀγορανομίαι τοῦ Περὶ Θήβας κατέβαλεν Πανίσκος Νεκτμίνιος Πέρσης τῆς ἐπιγονῆς τῶι καὶ Ζμῖνι Ἀσκληπιάδηι Θεοδώρου Ἀρκάδι ὑπηρέτηι τάγματος Μακεδονικοῦ χαλκοῦ τάλαντα δύο δραχμὰς τρισχιλίας κατὰ συγγραφὴν δανείου τὴν τεθεῖσαν ἐν τῶι …ἔτει Ἐπεὶφ ιβ ἐπʼ Ἀπολλωνίου καὶ Πτολεμαίου ἀγορανόμων καὶ παρὼν Ἀσκληπιάδης ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν τὰ β τάλαντα τοῦ χαλκοῦ δραχμὰς Γ καὶ μὴ μηδὲν ἐπικαλεῖν Πανίσκωι περὶ τῆς τοῦ δανείου συγγραφῆς …