Ancient Greek
SB 6 9626
Documentary Papyri, SB 16 12989
Not analysed yet
ελ κβ ἔτους Παῦνι λ. Διόσκορος ὁ καὶ Ξένων βασιλικὸς γραμματεὺς Μεμφίτου Αὐρηλίῳ Ἀρριανῷ τῷ κρατίστῳ χαίρειν. τὰς ἐπιδοθείσας μοι πενθημέρους τῶν χωματικῶν καὶ διωρυχικῶν ἔργων τοῦ Φαρμοῦθι μηνὸς τοῦ ἐνεστῶτος κβ ἔτους Αὐτοκράτορος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστοῦ πέμψας σοι, κύριέ μου, γράφω ἵνα εἰδῇς. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παχὼν η.