Ancient Greek
SB 16 12994
Documentary Papyri, SB 16 12994
Not analysed yet
……αν… ἐπιστ… …λειτουργίας ἐπιτεταγμένοις ……Κλαυδίῳ ἐπις… …ραντι Κλ Μα… Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἀπολλώνιος στρατηγὸς Ὀξυρυγχείτου βιβλιοφύλαξι τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. προτεταγμένοις ἀντίγραφον οὗ βιβλιδίου ἐπέδωκέν μοι Αὐρήλιος θέων ἐντεταγμένου ἑτέρου ἐπιδοθέντος ὑπʼ αὐτοῦ Λουκρητίῳ Ἀννιανῷ τῷ ἡγεμονεύσαντι μετʼ ἀντιγράφου τῆς ὑπογραφῆς ἐπιστέλλεται ὑμῖν, φίλτατοι, ἵνʼ εἰδῆτε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἐπεὶφ κε. Αὐρηλίῳ Ἀμμωνίῳ τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Θέωνος Διογένους μητρὸς Σοήριος ἀπʼ Ὀξυρύνχων πόλεως. οὗ ἐπέδωκα τῷ διασημότατα ἡγεμονεύσαντι Λουκρητίῳ Ἀννιανῷ βιβλιδίου ἐντεταγμένων αὐτῷ …τῶν θείων διατάξεων καὶ ἧς ἔτυχον ὑπʼ αὐτοῦ ὑπογραφῆς ἐστιν ἀντίγραφον· Λουκρητίῳ Ἀννιανῷ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίου Θέωνος Διογένους μητρὸς Σοήριος ἀπʼ Ὀξυρύγχων πόλεως. σαφεῖς μὲν αἱ θεῖαι διατάξεις, λαμπρότατε ἡγεμών, καὶ φανερῶς διατέτακται τὸν πέντε τέκνων πατέρα γενόμενον ἀφίεσθαι τῆς τῶν λειτουργιῶν ἐνοχλήσεως ἐπεὶ καταβαροῦσαν καὶ αὐτὸς ὑφίσταται λειτουργίαν φροντίσι τε καὶ ἀναλώμασιν τὴν τῶν τοσούτων τέκνων ἀνατροφήν· καὶ αὐτὸς οὖν καίτοι μέτριος ὢν τὰς δυνάμεις οὐκ ὤκνησα περὶ τὴν τῶν τέκνων μου ἀνατροφήν, οἳ καὶ νῦν διὰ βιβλιδίων δημοσίων φαίνονται. τὰ διηγορευμένα ὑπὸ τῶν θείων διατάξεων ἀξιῶ καὶ ἐπʼ ἐμοῦ φυλαχθῆναι. διὸ ἐπιδίδωμι τὰ βιβλίδια ὅπως, κύριέ μου, κατὰ …πρὸς τοὺς νόμους εὐσέβειαν κελεύσῃς διʼ ὑπογραφῆς τῷ τοῦ νομοῦ στρατηγῷ …σται παρανομίαν ἰσχὺν κατεχ…, τοῦτʼ ἐστίν, ὅπως μὴ ἐνοχληθείην εἰς μηδεμίαν λειτουργίαν ἀκολούθως τοῖς καὶ ἐπʼ ἄλλων πολλῶν κελευσθεῖσι, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. Αὐρήλιος Θέων διεπεμψάμην πρὸς ἐπίδοσιν. Αὐρήλιος Χαιρήμων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. τῇ πρὸ …καλανδῶν Ἰουνίων τῷ κυρίῳ ἡμῶν Γορδιανῷ Σεβαστῷ καὶ Ἀβιόλᾳ ὑπάτοις. …ὁ στρατηγὸς κατὰ τὰ περὶ τῶν τοιούτων διηγορευμένα πάντα γενέσθαι προνοήσει. α τόμου κολλήματος σξε ἕως τούτου τὸ βιβλίδιον καὶ ἡ ὑπογραφή. ὑποτάξας οὖν τῶν τέκνων τὰ ὀνόματα τῶν καὶ διὰ βιβλίων δημοσίων λόγων φαινομένων ἀξιῶ ἐπιστεῖλαί σε τῷ τῆς Μερμέρθων, ἔνθα καὶ ἐλειτούργησα, κωμογραμματεῖ, ἵνʼ εἰδῇ μὴ ὑποκείμενόν με λειτουργίαις, ἀλλὰ καὶ τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι τὴν δέουσαν παράθεσιν ποιεῖσθαι τῷ ὀνόματι μου. ἔστι δέ· Παυσανίας Ἀπολλώνιος Ἀνείκητος Ἀγαθὸς Δαίμων ὁ δεῖνα . ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. …Αὐρήλιος Θέων ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλῆς Ἡρακλάμμωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος ὁ δεῖνα ὑπηρέτης ἐπήνεγκα. ἔτους δ Ἐπεὶφ κϛ.