Ancient Greek
SB 16 13008
Documentary Papyri, SB 16 13008dupl
Not analysed yet
Διοσκόρωι Διοσκόρου ἀπὸ ἀμφόδου Θεσμοφορίου παρὰ Ἁρποκρᾶτος τοῦ Ἥρωνος ἀναγραφομένου ἐπʼ ἀμφόδου Μακεδόνων καὶ Δημητρίου τοῦ Ἀνδροῦτος ἀπὸ ἀμφόδου Ἀράβωι. βουλόμεθα κοινωνήσειν σοι ἕκαστος ἡμῶν κατὰ τὸ τρίτον μέρος πρὸς μόνους τοὺς ἐπικειμένους τοῦ ἐνεστῶτος ζ ἔτους φοινικικοὺς καὶ ἐλαϊκοὺς καρποὺς ἐκπίπτοντας εἰς τὸ εἰσιὸν η ἔτος τῶν πάντων ἐλαΐνων φυτῶν καὶ φοινίκων ἐν ᾗ τυγχάνεις ἔχειν ἐν μισθώσει πω…ων… ἀπάτῃ περὶ τὸ Ἔξω Ψεῦρ, ἡμῶν ἀποδιδόντων σὺν σοὶ …κατὰ τὸ ἐπιβάλλον ἑκάστου ἡμῶν τρίτον μέρος τοῦ φόρου δραχμῶν πεντήκοντα ἓξ ταῖς διὰ τοῦ ἀναφορίου σου προθεσμίαις ἀκολούθως, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τούτοις. Διόσκορος ὡς ἐτῶν κα οὐλὴ