Ancient Greek
SB 16 13032
Documentary Papyri, SB 16 13032
Not analysed yet
…υ κληρον… γεγένηται. ε… …ὑποσχέσεως Καλλινίκου εἰς πρᾶσιν. Λιβερᾶλις σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ εἶπεν· εἰ οἱ περὶ Ἀχοναρη… βουλήσονται τὴν γυμνασιαρχίαν ἀποδιδόναι, εἷς ἐξ αὐτῶν γυμνασίαρχος ἔστω καὶ οὗτος χρηματισθήτω γυμνασίαρχος. ἀγοράσει δὲ τὸ χωρίον παρὰ τῶν ἄλλων κληρονόμων ὥστε, ἐὰν μὲν ὦσί τινες ἑκούσιοι ὑπεσχήμενοι, μετʼ ἐκείνους γυμνασιαρχεῖν, ἐὰν δὲ μὴ ὦσι, μετὰ τὸν νῦν γυμνασίαρχον ἀρχεῖν ?. ἄλλο ἐπὶ τοὺς θανόντας· Ἀρτεμιδώρου προσαχθέντος Σαραπίων νεώτερος ῥήτωρ εἶπεν· ὁ ἡμέτερος πατὴρ Κάσιος ἀνέσχετο γυμνασιαρχίαν τῆς πόλεως ταύτης ἀπὸ τοῦ ιϛ ἔτους εἰς τὸ ἑπτακαιδέκατον ἔτος. μὴ δυνηθέντος δὲ ἐκείνου ἐκτελεῖν τὴν γυμνασιαρχίαν ἔτι δὲ τελευτήσαντος τῷ ιη ἔτει κατεσχέθη ὁ υἱὸς αὐτοῦ καὶ ἐγυμνασιάρχησε ἐν τῷ αὐτῷ ιη ἔτει καὶ αἰτεῖ ψηφίσματα πάντα νέμοντα τὰς τιμὰς ἃς ἀνέσχετο διʼ ἐνιαυτοῦ ταῦτα ἑαυτῷ φυλαχθῆναι. Λιβερᾶλις ἐπύθετο· μή τις ἀντιλέγει; μηδενὸς ἀντειπόντος Λιβερᾶλις εἶπεν· ἕξει τὰς τιμάς. ἔτους ιθ Θεοῦ Αἰλίου Ἀντωνίνου …ιϛ.