Ancient Greek
SB 8 9827 a
Documentary Papyri, SB 16 13042
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Ἐπεὶφ ϛ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ἐδάνεισεν Ἁρμιῦσις Πτόλλιδος Διδύμηι Διονυσίου μετὰ κυρίου τοῦ τῆς αὐτῆς πατραδέλφου Ἀπολλωνίου τοῦ Ἀπολλωνίου ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου, αἷς οὐδὲν προσῆκται, ἐφʼ ὧι ἀντὶ τῶν τούτων τόκων ἐνοικήσει ὁ Ἁρμιῦσις ἐν τῷ ὑπάρχοντι τῆι Διδύμηι τρίτωι μέρει πατρικῆς οἰκίας διστέγου καὶ αὐλῆς, ἐκ τοῦ ἀπὸ νότου μέρους καὶ τὸ κατὰ μέσον τρίτον μέρος τοῦ αἰθρίου, καὶ τῶν συνκυρόντων κοινῶν καὶ ἀδιαιρέτων, ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἐν λαύρᾳ Χηνοβοσκῶν ἐπʼ ἔτη …καὶ μῆνας τέσσερας ,χρωμένου τοῦ Ἁρμιύσιος καὶ τῶν παρʼ αὐτοῦ οἰκίαι διστέγωι καὶ αὐλῆι καὶ αἰθρίωι καὶ τοῖς ἄλλοις τῆς οἰκίας χρηστηρίοις πᾶσι, μὴ οὔσης ἐξουσίας τῆι δεδανεισμένηι Διδύμηι οὐδʼ ἄλλοις τισὶ χρηματίζουσι ὑπὲρ αὐτῆς ἐκ τοῦ ἐγγυίου μέχρι τοῦ τὸν …καὶ βεβαιοῦν ἐνοικισμὸν ἐπὶ τὸν χρόνον πᾶσηι βεβαιῶσηι· τοῦ δὲ χρόνου πληρωθέντος ἀποδότω ἡ Διδύμη τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα . ἐὰν δὲ παρασυγγραφοῦσα μὴ ποιεῖ καθὰ γέγραπται ἐκτείσει αὐτῶι ἐπὶ τῷ μὲν μὴ βεβαιῶσαι τὸν ἐνοικισμὸν ὡς πρόκειται ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, τὸ δʼ ἀργύριον σὺν τοῖς ἀφʼ οὗ ἐὰν παρασυγγραφῇ χρόνου καθήκουσι τόκοις ……ἀκολούθως, οὐκ οὔσης ἐξουσίας μοι τῆι ὁμολογούσηι οὔτʼ ἄλλωι οὐδενὶ ἐκβάλλειν τὸν Ἁρμιῦσιν ἐκ τοῦ ἐνοικισμοῦ μέχρι τοῦ τὸν χρόνον πληρωθῆναι, ἐφʼ οἷς καὶ βεβαιῶ τῶι Ἁρμιύσει τὸν ἐνοικισμὸν πάσῃ βεβαιώσει. τοῦ δὲ χρόνου πληρωθέντος ἀποδώσω τῶι Ἁρμιύσει ἢ τοῖς παρʼ αὐτοῦ τὰς τοῦ ἀργυρίου δραχμὰς …