Ancient Greek
SB 16 13047
Documentary Papyri, SB 16 13047
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Ξανδικοῦ ιε Μεχεὶρ ιε ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Ὀρσεῦς Ὀρσέως τοῦ Ὀρσενούφεως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσεράκοντα …καὶ ἡ τούτου γυνὴ Ἡρακλοῦς …Περσίνη ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ ἀντικνημίᾳ δεξιᾷ μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Σαταβοῦτι Ἑριέως ὡς ἐτῶν …πέντε οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτοῦ τοὺς δύο ὁμολογοῦντας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ δραχμὰς τεσσεράκοντα καὶ τιμὴν πυροῦ ἀρτάβας δύο μέτρῳ …