Ancient Greek
SB 16 13058
Documentary Papyri, SB 16 13058
Not analysed yet
Ἡρακλείδης Ὡρίωνι τῶι πατρὶ χαίρειν. ὡς κατʼ ὄψιν σε ἠρώτησα …τοῦ παιδίου ὡς τοῦ πλείστου δραχμὰς ψ καὶ ζεύγους λυχνιῶν Ἰταλικῶν ἕως ὁλκῆς μνῶν ϙ, παρακαλῶ καὶ νῦν· μελησάτω σοι περὶ τούτων ἀναγκαίων ὄντων καὶ πάντως ἐπιτρέπειν μοι περὶ ὧν ἐνθάδε χρειώδης σοί εἰμι, ὡς ἡδέως ποιήσοντι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους …Καίσαρος τοῦ κυρίου Φαῶφι ιζ.