Ancient Greek
SB 16 13070
Documentary Papyri, SB 16 13070
Not analysed yet
κζ ἔτους Μεχεὶρ ια. παρὰ Κόττου Ἀγαθοῦ Δαίμονος τοῦ Ἀσκληπιάδου ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου. ἀφʼ ὧν παρέδειξα εἰς ἐνεχυρασίαν διʼ ὑμῶν ὑπηλλαγμένων οἰκοπέδων πρὸς ἀργυρίου κεφαλαίου καὶ τόκων ἐπὶ τὸ αὐτὸ τάλαντα δ ὑπὸ Σευήρας τῆς καὶ Ἀπολλωναρίου Σούχου τοῦ Ἀραβίωνος ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου τετελευτηκυίας ἐπὶ κληρονόμῳ υἱῷ Διοδώρῳ Ἰσαρίωνος τοῦ καὶ Διοδώρου τοῦ Δωρίωνος ἀφήλικι διʼ ἐπιτρόπου Ἀπολλωνίου Ἀγαθοῦ Δαίμονος τοῦ Ἀσκληπιάδου βούλομαι ἀπολῦσαι τῷ Διοδώρῳ τὰ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἀπολλωνίου Ἱερακείου οἰκόπεδα ἅπερ ἐστὶν δίμοιρον μέρος οἰκίας καὶ ὅλον ψιλὸν τόπον κήρωμα γενόμενον κομισάμενος παρʼ αὐτοῦ εἰς τὰ ὀφειλόμενά μοι ἀργυρίου δραχμὰς Γ οὔσας ἀπὸ τιμῆς οἰκοπέδων πραθέντων Ἀρείᾳ Δημητρίου ἀστῇ ἐπὶ τοῦ προκειμένου ἀμφόδου. …παρὰ Διοδώρου Ἰσαρίωνος τοῦ καὶ Διοδώρου τοῦ Δωρίωνος ἀφήλικος …Ἀπολλωνίου Ἀγαθοῦ Δαίμονος τοῦ Ἀσκληπιάδου …