Ancient Greek
SB 16 13073
Documentary Papyri, SB 16 13073
Not analysed yet
ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Περιτίου Χοιὰχ ϛ ἐν Νειλουπόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἑριγεῦς Ἑριγέως ὡς ἐτῶν πεντήκοντα οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς Ὀννώφρι Πανεφρέμμιος ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ἀντικνημίωι δεξιῶι πεπρακέναι αὐτῶι τὴν ὑπάρχουσαν αὐτῶι ὄνον πῶλον ἄβολον θήλειαν λευκομυόχρωμον ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὴν τιμὴν ἀργυρίου δραχμὰς …