Ancient Greek
SB 18 13116
Documentary Papyri, SB 18 13116
Not analysed yet
παρὰ …υ ὁ μεγαλοπρεπέστατος ἄρχων ἐκέλευσέν μοι τ… …τὸν κύριον Μηνᾶν τὸν σχολαστικὸν τὸν καὶ ……λατου καὶ τὸν κύριον Κρῆσκον τὸν συνκάθεδρον ……ἀπόκρισιν τοῦ μεγαλοπρεπεστάτου ἄρχοντος καὶ εὐθέως διὰ συμμάχου …φερ… σου τὰ γράμματα πέμψαι τὴν ἀπόκρισιν· τοῦτο γὰρ ποιῶν καὶ ἐμὲ παρατίθῃ τῷ μεγαλοπρεπεστάτῳ ἄρχοντι καὶ σεαυτόν· εἶπέν μοι γὰρ ὅτι ἐὰν ποιεῖ τὰς ἀποκρίσεις μου ἐν Ἀλεξανδρείᾳ ὁ πατήρ σου οὐκ ἔχει μου ἀχαριστῆσαι. καταξίωσον οὖν, δέσποτα, τοῦτο πᾶσι τρόποις ποιῆσαι ἵνα μὴ προσκρούσομεν τῷ αὐτῷ μεγαλοπρεπεστάτῳ ἄρχοντι. προσκύνησον δὲ ἐξ ἐμοῦ πάντας τοὺς ἀγαπῶντας ὑμᾶς καὶ τὰ περὶ τῆς ὑγιείας ὑμῶν …ριας …ἐκέλευσέν μοι πέμπω διὰ τῆς φορᾶς …χρυσίου, δέσποτα. ἐπίδος τῷ λαμπροτάτῳ καὶ εὐδοκιμωτάτῳ μου δεσπότῃ …