Ancient Greek
SB 18 13120
Documentary Papyri, SB 18 13120
Not analysed yet
ἀντίγραφον. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς …ε ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀπολλωνοῦς Σ… μητρὸς Σαραεῦτος Νεχθενίβιος Περσίνη, μετὰ κυρίου καὶ ἐγγύου πάντων τῶν κατὰ τὴν συνγραφὴν ταύτην εἰς ἔκτισιν τοῦ ἑαυτῆς ἀνδρὸς Γλαυκίου …ἀμφότεροι τῶν ἀπʼ Ὀξυρύγχων πόλεως …τοῦ Διδύμου μητρὸς Χάρειτος …καὶ τῇ ἑαυτοῦ γυναικὶ Τερεῦτι Πτολεμαίου τοῦ …μητρὸς Σινθώνιος ἀμφοτέροις ἀπὸ …τῇδε Τερεῦτι μετὰ κυρίου …ἀδελφοῦ Ὀννώφριος ἐν ἀγυιᾷ παρειληφέναι παρʼ αὐτῶν ὃ ἀνῄρηνται κοινῶς ἐξ ἴσου …ἀπὸ κοπρίας εἰς δουλείαν θηλυκὸν σωμάτιον ᾧ ἐπέθηκεν ὄνομα Θεανοῦς ὥστε τὴν ὁμολογοῦσαν τοῦτο θρέψαι καὶ θηλάσαι τῷ ἰδίῳ ἑαυτῆς γάλακτι ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρόνον ἔτη δύο ἀπὸ …ἀντὶ τῶν ἑσταμένων χορηγήσασθαι …καὶ τῆς ἄλλης τῆς ὑπὲρ τοῦ σωματίου δαπάνης πάσης κατʼ ἔτος ἀργυρίου δραχμῶν …ἐλαίου Ὀασιτικοῦ ……ον…ν τὴν …