Ancient Greek
SB 18 13130
Documentary Papyri, SB 18 13130
Not analysed yet
Διδύμῳ στρατηγῷ παρὰ Κατιλλίου Ὥρου μητρὸς Ἁράσιος ἀπὸ κώμης Σερύφεως ἱερέως Ἄμμωνος καὶ Ὥρου καὶ Ἴσιδος καὶ τῶν συννάων θεῶν μεγίστων ἱερῶν δευτέρων· βουλόμενος περιτμηθῆναι τὸν υἱὸν μου Λογγεῖνον ἐτῶν ιβ …καὶ τὸν ὁμοπάτριον αὐτοῦ ἀδελφὸν Πεκῦσιν ἐτῶν ιβ ἐκ μητρὸς Τασεῦτος Ὥρου μητρὸς Ταθρῆτος ἱερείας τῶν αὐτῶν θεῶν δηλῶ εἰς ἀπόδειξιν τοῦ αὐτοὺς εἶναι ἱερατικοῦ γένους τῇ μὲν πρὸς τὸ ι ἔτος Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα κατʼ οἰκίαν ἀπογραφῇ …ἐτῶν πέντε …καὶ τῶν μητρικῶν πάππων Ὥρου καὶ Λογγείνου καὶ τῇ μητρὶ Πεκύσιος Τασεῦτι, τῇ δὲ πρὸς τὸ κη ἔτος Αὐρηλίου Κομμόδου …ἐτῶν με …ρ μητρὶ μου Τσναμούνει καὶ …μητρὶ Τασεῦτι καὶ τῇ τοῦ ιδ ἔτους Αὐρηλίου Ἀντωνίνου τὸν προγεγραμμένον υἱὸν Ὥρου τοῦ Λέοντος μητρὸς ……ρη… ἐσκεμμένα ἐκ τῆς δημοσίας βιβλιοθήκης …ἀρχιερεῖ τω…τ… ἔτους ιϛ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου …