Ancient Greek
SB 18 13150
Documentary Papyri, SB 18 13150
Not analysed yet
Δ… Διογένους γυμνασιαρχήσαντι τῆς Ὀξυρυγχειτῶν πόλεως παρὰ Ἀμμωνίου νεωτέρου Ἀμμωνίου τοῦ …λλειτος ἀπʼ Ὀξυρύγχων πόλεως. ἐπιδέχομαι μισθώσασθαι ἐπʼ ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος δευτέρου ἔτους τὴν ἄγραν τοῦ ἐκβησομένου ἰχθύος ἐν τόποις καθʼ ὕδα…ι ἐν ἐδάφεσί σου περὶ Τερῦθιν Ἀπηλιώτου, σοῦ παρέχοντος καταπῆγας, ἐμοῦ παρέχοντος ἐμαυτῷ λίνα καὶ τὰ ἄλλα …τὰ ἐνχρῄζοντα, φόρου κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα καὶ ἐκτάκτων γαρηρῶν κεραμίων τριάκοντα ,θρισσίων κεραμίων δύο ,κολλιῶν κεραμίων δύο ,ἀβραμίδων κεραμίου ἑνός ,συνοδοντίδων κεραμίου ἑνός . ἀκίνδυνα ὅ τε φόρος καὶ τὰ ἔκτακτα παντὸς κινδύνου. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδώσω τὰ μὲν ἔκτακτα ἅμα τῇ κυρώσει τὸν δὲ φόρον …ο…