Ancient Greek
SB 18 13160
Documentary Papyri, SB 18 13160
Not analysed yet
ἔτους γ Μεχεὶρ κϛ ἔτους γ Μεχεὶρ κϛ. προσάγγελμα …ει Πετεύριος φυλακίτηι Μυήρεως παρὰ Στοτοήτιος τοῦ Φανήσιος τῶν κατοικούντων ἐν Μυήρει. τῆι κε τοῦ προγεγραμμένου μηνὸς ὀψίας τῆς ὥρας ὄντων ἡμων ἐν τῶι ἐν αὐτόθι ἱερῶι τοῦ Ἡλίου ὑπερβάντες τινὲς τὴν οἰκίαν μου καὶ ἐπανοίξαντες τὴν θύραν τοῦ δώματος κατέβησαν καὶ ᾤχοντʼ ἔχοντες συρίαν γυναικείαν ἀξίαν δραχμῶν λδ καὶ ἱμάτιον ἀνδρεῖον καινὸν ἄξιον δραχμῶν λ καὶ μάχαιραν ἀξίαν δραχμων ιβ κόνδυ ἄξιον δραχμῶν ϛ ὥστʼ εἶναι δραχμὰς πβ τυγχάνων καὶ τοὺς φυλακίτας τῆς κώμης ὑπαγηοχὼς ἐπὶ τὴν οἰκίαν καὶ ἐμπεφαγκὼς περὶ τῶν προγεγραμμένων ἐπιδίδωμι προσάγγελμά σοι ὅπως εἰδῇς …