Ancient Greek
13176.2.77 to 13176.3.138
Documentary Papyri, SB 18 13176.2.77-13176.3.138
Not analysed yet
Τερεῦς τῷ υἱῷ Ἀχιλλεῖ χρυσίου μναιαῖα δώδεκα καὶ ἀργυρωμάτων λίτρας τρεῖς καὶ ὑπάρχοντα τὰ διὰ τῆς γραφῆς δηλούμενα, ἀμφότεροι δὲ ὁ Ἀχιλλεὺς καὶ Ἑρμαὶς ἐτελεύτησαν ἐπὶ υἱοῖς ἐξ ἀλλήλων Διοσκόρῳ καὶ Πολυδεύκει ἀφήλιξι, ὁμολογοῦμεν ὁ μὲν Ἑρμαῖος καὶ ἡ γυνὴ Χενφατρῆς ἔχειν παρʼ ἑαυτοῖς ἃ προσηνέγκαμεν τῇ θυγατρὶ Ἑρμαίδι χρυσία καὶ ἄλλα χειρόδοτα παράφερνα ἐπὶ τῷ ταῦτα ἀποκατασταθῆναι μετὰ τὴν ἀμφοτέρων αὑτῶν τελευτὴν ὑπὸ τῶν διαδόχων αὐτῶν τοῖς προγεγραμμένοις ἀφήλιξι Διοσκόρῳ καὶ Πολυδεύκει, ὁ δὲ Πολυδεύκης ὁ καὶ Σαβουρίων καὶ ἡ γυνὴ Τερεῦς ὁμολογοῦμεν παρʼ ἑαυτοῖς ἔχειν ὅσα καὶ αὐτοὶ προσηνέγκαμεν τῷ υἱῷ Ἀχιλλεῖ χρυσία καὶ ἀργυρώματα ἐπὶ τῷ ταῦτα ἀποκατασταθῆναι μετὰ τὴν αὑτῶν ἀμφοτέρων τελευτὴν ὑπὸ τῶν διαδόχων αὐτῶν τοῖς προγεγραμμένοις Διοσκόρωι καὶ Πολυδεύκει. ἀπὸ δὲ τῶν ὑπὸ τοῦ Ἑρμαίου καὶ τῆς Χενφατρήους προσενεχθέντων τῆι θυγατρὶ Ἑρμαίδι χρυσίων καὶ ἄλλων χειροδότων παραφέρνων πραθήσεται τὰ ἄξια δραχμῶν χιλίων τριακοσίων εἰς δευτέραν ταφὴν τῆς αὐτῆς Ἑρμαίδος, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ὑπὸ τοῦ Πολυδεύκους τοῦ καὶ Σαβουρίων καὶ τῆς Τερεῦτος προσενεχθέντων τῷ υἱῷ Ἀχιλλεῖ χρυσίων καὶ ἀργυρωμάτων πραθήσεται τὰ ἄξια δραχμῶν χιλίων τριακοσίων εἰς δευτέραν ταφὴν τοῦ αὐτοῦ Ἀχιλλέως. οὐσῶν τῶν αὐτῶν γαμικῶν γραφῶν ὡς περιέχουσιν τὸ μὲν ἓν ἀργυρίου τάλαντον τὸ διὰ τῆς τοῦ Ἀχιλλέως γραφῆς δηλούμενον …σεν εἰς ἀγορασμὸν οἰκοπέδων καὶ ἄλλων τῷ Ἀχιλλεῖ. ἐὰν δὲ, ὃ μὴ γίνοιτο, συμβῇ τοὺς προγεγραμμένους υἱοὺς τοῦ Ἀχιλλέως καὶ τῆς Ἑρμαίδος Διόσκορον καὶ Πολυδεύκην τελευτῆσαι γενεὰν μὴ ἀπολιπόντας μηδὲ ᾠκονομηκότας μηδὲ διαθεμένους περὶ τῶν προσενεχθέντων τοῖς αὑτῶν γονεῦσι, ἀναπεμφθήσεται τὰ μὲν Ἑρμαίδι προσενεχθέντα εἰς τοὺς αὐτῆς γονεῖς, ἐὰν περιῶσι, ἐὰν δὲ μὴ περιῶσι, εἰς τοὺς γένει προσήκοντας τοῖς αὐτῆς γονεῦσι, τὰ δὲ τῷ Ἀχιλλεῖ προσενεχθέντα ὁμοίως εἰς τοὺς ἑαυτοῦ γονεῖς. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Παῦνι ε. Ἑρμαῖος Διογένους καὶ ἡ γυνὴ Χενφατρῆς μετὰ κυρίου τοῦ αὐτοῦ Ἑρμαίου συνκατατεθείμεθα πᾶσι.