Ancient Greek
SB 18 13226
Documentary Papyri, SB 18 13226
Not analysed yet
Παμμένης Ἀλκίμωι τῶι ἀδελφῶι χαίρειν. καλῶς ποιήσεις ἄλλου ἐπιστολίου μὴ προσδεηθείς, ἀλλὰ ἀνάβαινε, καὶ σοὶ καὶ Κυσσεινοις μηθὲν ἔστω, μηδὲ ἀπόδος μηθὲν ἐν τῆι κώμηι ὑπὸ λίνου ἕως δραχμῶν πέντε ἐπὶ τοῖς πορη. ἀνάβαινε αὔριόν ἐστιν τριακὰς καὶ μῆνες γεγόνασι ἓξ ὡρμημένωι εἰ καὶ τοὺς χαλκοῦς εἰδήση. ἔρρωσο. Φαμενὼθ κζ. ἐὰν εὕρῃς οἷν ἕως μ ἀγόρασόν μοι καὶ ἄλλα.