Ancient Greek
SB 18 13260
Documentary Papyri, SB 18 13260
Not analysed yet
……χαίρειν. τοῦ ἐπιδοθέντος ……τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Σεπτιμίου Ζενίου ἴσον ἐπιστέλλεταί σοι ὅπως τοὺς ἐγγεγραμμένους πρὸς ἐμὲ ἀναγάγῃς. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. …Φαρμοῦθι θ ……λογιστῇ Ἡρακλεοπολίτου …παρὰ Αὐρηλίας Ἀσκληπιάδος ἀπὸ κώμης Τήεως τοῦ Ὀξυρυγχείτου νομοῦ· ἴσον τῆς γεγραμμένης ὑπʼ ἐμοῦ ἀναφορᾶς τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ τῆς Αἰγύπτου Σεπτιμίῳ Ζενίῳ κατὰ Αἰμιλιανοῦ οὐετρανοῦ ἀπὸ χωρίου Φιλονίκου καὶ Κρονίου Μηνᾶτος καὶ Σαραπίωνος Πεβαοῦτος γενομένων πρακτήρων τῆς αὐτῆς κώμης Τήεως ἕνεκεν τοῦ ἁρπάσαι κάδιον ὁλκῆς μνᾶς δ καὶ σκευάριον ὁλκῆς μνᾶς δ ἐντάξασα μεθʼ ἧς ἔτυχον ἱερᾶς αὐτοῦ ἀντιγραφῆς πρὸς τὴν σὴν …ἐπιδίδωμι ἀξιοῦσα ἀχθῆναι διʼ ὑπηρέτου τοὺς προγεγραμμένους καὶ ἐπαναγκασθῆναι λαβεῖν μὲν τὰ τῶν τελεσμάτων ἀργύρια, ἀποδοῦναι δὲ τὰ ἡμέτερα εἴδη. ἔστι δὲ ἀντίγραφον· Σεπτίμιος Ζένιος λογιστῇ Ἡρακλεοπολίτου χαίρειν. τίνα ἀνήνεγκεν Ἀσκληπιὰς εἰς γνῶσιν τῆς ἐμῆς καθοσιώσεως, ἐντυχὼν τοῖς ὑποτεταγμένοις ἐπʼ ἀκριβείας γνώσῃ· καὶ φρόντισον, εἰ ἀληθεύουσαν αὐτὴν κατείδοις κατὰ νόμους τῆς ἀξιώσεως αὐτῆς πρόνοιαν ποιήσασθαι. ἔρρωσο Ῥωμαϊκά. κολλήματος ϙϛ. Μεσορὴ ια. Σεπτιμίῳ Ζενίῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου. παρὰ τῆς αὐτῆς καὶ προκειμένης. πρὸ δεκαετοῦς χρόνου, ἔπαρχε κύριε, ἀπαιτουμένη ὑπὸ τῶν πρακτήρων, Κρονίου δὴ λέγω Μηνᾶτος καὶ Σαραπίωνος Πεβᾶτος τῆς αὐτῆς κώμης, τὰ εὐσεβῆ τελέσματα ἀπαιτούντων καὶ ἐμοῦ παραυτὰ μὴ εὐπορούσης εἰσφρήσαντες ἑαυτοὺς ἀλόγως ἐν τῇ ἐμῇ οἰκίᾳ ἀφʼ ἰδίας ἐξουσίας ἀφήρπασαν κάδιον περίχαλκον ὁλκῆς μνᾶς δ καὶ σκευάριον ὁλκῆς μνᾶς δ τῆς πάσης ὀφειλῆς συντινούσης εἰς τάλαντα δύο . ἐν εὐπορίᾳ δὲ γενομένη μετʼ οὐ πολὺ προσῆλθον τούτοις τῶν αὐτῶν εἰδῶν ἕνεκα βουλομένη ἐκτῖσαι τὸ χρέος πλήρως, καὶ τὰ εἴδη τὰ ἁρπασμένα ὑπʼ αὐτῶν κομίσασθαι. οἱ δὲ ἔφησαν παρὰ Αἰμιλιανῷ τινι οὐετρανῷ ἀπὸ χωρίου Φιλονίκου εἰς ἐνεχύρου λόγον ταῦτα ὑποτεθηκέναι τοῦ αὐτοῦ χρέους ἕνεκεν. γενομένης μου προσόδου πρὸς τὸν προειρημένον Αἰμιλιανὸν μετὰ καὶ τῶν ἀργυρίων, ὡς ἔφη ταῦτα πεπρακέναι αὐτῷ τοὺς ἀπαιτοῦντας, τῶν πρακτήρων παραγενομένων πρὸς τὸν προειρημένον καὶ διελεγξάντων αὐτὸν μὴ πεπρακέναι αὐτῷ, ἔφη ἐν ὑποθήκῃ ταῦτα ἔχειν παρόντος Ὠριγένους υἱοῦ Μυρτίλλου ἀπὸ τῆς αὐτῆς κώμης. διὸ ἀξιῶ τὴν σὴν ἀρετὴν διὰ ……ου καὶ νῦν τὸν αὐτὸν μάρτυρα πρὸς τὸ διελέγξαι τοῦτον ταῦθʼ οὕτως ἔχει προσάξαι πρόνοιαν καὶ φροντίδα ποιήσασθαι καὶ ἐπαναγκασθῆναι αὐτὸν ἀπολαμβάνοντα ταῦτα τὰ προκείμενα τάλαντα β μετὰ καὶ τῶν νομίμων τόκων ταῦτα τὰ εἴδη ἀποδοῦναι. ταῦτα τυχοῦσα χάριτάς σοι τὰς μεγίστας ὁμολογήσω. διευτύχει. Αὐρηλία Ἀσκληπιὰς ἐπιδέδωκα. ὑπατείας Φλαουίου Ἰανουαρίου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Φαρμοῦθι θ. Αὐρηλία Ἀσκληπιὰς ἐπιδέδωκα.