Ancient Greek
13274.23 to 13274.39
Documentary Papyri, SB 18 13274.23-39
Not analysed yet
εἰ δὲ καὶ ὡς εἰκὸς πειραθείη τις τῶν μετὰ ταῦτα ἐνοχλῆσαι αὐτῇ, ἐκ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ᾗτινι καὶ συναινεῖν παρεσκεύσασα τὸν λογιώτατον σὺν Θεῷ δὲ ἐμὸν κληρονόμον, διʼ ἧς προτρέπομαι αὐτὴν ἐντεῦθεν ἤδη τὰ τῶν ἐλευθέρων διαπράξασθαι τε καὶ τὰ τοῖς ἐλευθέροις ἁρμόττοντα ποιεῖν. ἀκήκοα γὰρ αὐτῆς κατὰ τὸν παρόντα καιρὸν φθεγγομένης καὶ ἐρωτωμένης περί τινος κεφαλαίου ἀνήκοντος αὐτῇ ὡς οὐ καθέστηκα ἐλευθέρα. καὶ τούτου χάριν τὸ κρῖμα τοῦ Θεοῦ φοβηθεὶς καὶ ἐννοήσας τὴν φιλανθρωπίαν τοῦ Σωτῆρος ἀπεστέναξα, καὶ ἐπὶ τὴν παροῦσαν ἦλθον ἔγγραφον ὁμολογίαν, διʼ ἧς ἐγγράφου ὁμολογίας προετρεψάμην αὐτὴν γνῶναι ὥς ἐστιν μὲν ἐλευθέρα. εἰ δὲ καὶ ὡς εἰκὸς δούλην αὐτὴν ἐπιχειρῆσαί τις λέγειν ,γινέσθω διὰ τῆς παρούσης ἐγγράφου ὁμολογίας ἐλευθέρα τοῦ λοιποῦ, μὴ ὀχλουμένη ὑπʼ οὐδενὸς μηδὲ ὑπὸ τοῦ ἐλλογιμωτάτου καὶ ποθεινοτάτου ἐμοῦ κληρονόμου τοῦ καὶ συναινέσαντος κατὰ κέλευσιν ἐμὴν καὶ ἐπιτροπὴν ταύτῃ τῇ ἐγγράφῳ ὁμολογίᾳ. τοῦ λοιποῦ τοίνυν μηδὲν ὑφοράσθω μήδε ἐννοείτω τινὰ δύνασθαι λέγειν αὐτὴν δούλην, ἀλλὰ ἔστω καθὼς προδεδήλωται ἐλευθέρα, μηδενὸς δυναμένου τὴν ἄνωθεν αὐτῇ δεδομένην ἐλευθερίαν καταβλάψαι …