Ancient Greek
SB 18 13303
Documentary Papyri, SB 18 13303
Not analysed yet
Γράνιος Ἰγνατίωι τῷ ἀδελφῷ καὶ κυρίῳ πλεῖστα χαίρειν· γιγνώσκειν σε θέλω ὅτι Πομπηιανός μοι ἔγραψε τὸν ἵππον τοῦ ἀδελφοῦ σου κατεληλυθέναι εἰς Ἀλεξάνδριαν καὶ τετιμογραφῆσθαι. ὑπὸ τοῦ ἡγεμόνος δραχμῶν διακοσίων · οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καί τίς ποτε ἱππεὺς Πρόκλος ὀνόματι οὐηξιλλάριος ἐπεὶ ἦλθεν λέγων ὅτι ὀφείλει μοι εἰς λόγον χόρτου εἴκοσι καὶ ὀκτὼ στρατῆρες· καὶ κατεγγύησε πρὸς τὸν κουράτορα τριάκοντα στρατῆρες οὓς δέδωκεν ἐπὶ λόγῳ ὁ ἱππεὺς εἰς τιμὴν τοῦ ἵππου ἵνα λοιποὺς ὀφείλῃ εἴκοσι στατῆρες. ἐγὼ οὖν ταῦτα μεταλαβὼν ἀφίωκα πάντα κατὰ πετρῶν ταῦτα τοιαῦτά ἐστι, καὶ οὐ δίδωμι ἐργασίαν ἐγγίσαι τῶν ἐκεῖ· ἀρκείσθω γάρ μοι ἡ προτέρα ζημία. ἀσπάζομαι Σεραποῦν καὶ τὰ ἔκγονα ἡμῶν· ἀσπάζεται ὑμᾶς Σεραπιὰς πάλιν. ἔρρωσο.