Ancient Greek
SB 18 13306
Documentary Papyri, SB 18 13306
Not analysed yet
……διὸ ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τῶι τῆς Καρανίδος κωμογραμματεῖ ἐπελθεῖν ἐπὶ τὰ ἐδάφη καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι ἢ τοὺς καινοτομήσαντας ἐνδ… τῇ βλάβῃ ἐνέχεσθαι πρὸς τό με δυνηθῆναι καὶ τῶν ἄλλων ὧν γεωργῶ ἐδαφῶν τὴν φροντίδα ποιεῖσθαι καὶ τὰ ἐκφόρια διευθύνειν· Σωκράτης Σαραπίωνος ὁ προγεγραμμένος ἐπιδέδωκα καθὼς πρόκιται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ιδ.