Ancient Greek
SB 18 13312
Documentary Papyri, SB 18 13312
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πετεσοῦχος Πετώυτος καὶ Μαρρῆς μέγας Πετοβάστεως, ἀμφότεροι τῶν ἐκ τῆς Κροκοδίλων πόλεως. ὑπάρχοντος ἡμῖν λινυφαντείου καὶ βυσσοφαντείου ἐν τῆι προγεγραμμένηι πόλει, ἃ πεπόνηκεν, ἃ βουλόμεθα καθελόντες ἱδρύσασθαι νέα λινυφαντεῖα δύο ,ὅπως δυνώμεθα τὰς ἐπιγεγραμμένας η῾μῖν προσόδους ὑπὲρ ὀθονίων παραδιδόναι εἰς βασιλικόν· ἀξιοῦμέν σε δεόμενοι, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι οἷς καθήκει ἐπελθόντας ἐπισκέψασθαι καὶ ἐὰν ἦι ἀληθῆ, δοθῆναι ἡμῖν τὴν ἐξουσίαν καθελόντας τὰ παλαιὰ νέα ἔχειν. τούτου γὰρ γενομένου, ἐσόμεθα, βασιλεῦ, τῆς παρὰ σοῦ φιλανθρωπίας τετευχότες. εὐτύχει. …κ…ων…