Ancient Greek
13320.31 to 13320.64
Documentary Papyri, SB 18 13320.31-64
Not analysed yet
ἀέρος ἔτι μὴν καὶ τοὺς ὁλοκλήρους δύο ἀνδρεῶνας ἀνεῳγμένας εἰς λίβα μέχρι ἀέρος ἄνω τὸν μὲν ἀνδρεῶνα ἐπάνω τῆς κέλλας τὸν δὲ ἀνδρεῶνα ἐπάνω τοῦ κοινοῦ πεσσοῦ σὺν αἱροῦντι μέρει τῆς αἴθρας τῆς αὐτῆς πρώτης στέγης καὶ ὑπερῴου αὐτοῦ καὶ πεσσῶν καὶ ἔσω πυλῶνος καὶ τοῦ φωλεοῦ ὑπὸ τοῦ πεσσοῦ καὶ προνησίου καὶ ἑτέρων χρηστηρίων τῆς αὐτῆς οἰκίας ἀπὸ ἐδάφους μέχρι ἀέρος ἄνω οὐδὲν καταλείψας ἐκ τοῦ προδεδηλωμένου ὁλοκλήρου πατρῴου μου μέρους ἀπὸ τῆς προκειμένης ὁλοκλήρου οἰκίας λεγομένης ποτὲ Ψὲλχ ὠνομασμένης Ἀνουφίου μαγείρου καὶ Ἰωάννου ταλβιτων τοῦτʼ ἔστιν τὴν ὁλόκληρον ἐξέδραν μίαν καὶ ὑποκάτω αὐτῆς ἄνευ ἀέρος ἄνω καὶ δύο ἀνδρεῶνας καὶ σὺν αἱροῦντι μέρει τῆς αἴθρας τῆς αὐτῆς πρώτης στέγης καὶ ὑπερῴου αὐτοῦ καὶ πεσσῶν καὶ ἔσω πυλῶνος καὶ τοῦ φωλεοῦ ὑπὸ τοῦ πεσσοῦ καὶ προνησίου καὶ ἑτέρων χρηστηρίων τῆς αὐτῆς οἰκίας ἀπὸ ἐδάφους μέχρι ἀέρος ἄνω καθὼς ἐνεμόμην τοῦ μακαρίτου μου πατρὸς ἔτι περιόντος καὶ πρὸς τὴν δύναμιν τῶν παλαιῶν συναλλαγμάτων τῶν νῦν καὶ ἀναδοθέντων ὑμῖν παρʼ ἐμοῦ εἰς ἀσφάλειαν ὑμῶν καὶ εἰς τὴν βεβαίωσιν ταύτης τῆς ἐγγράφου πράσεως ὡς πρὸ ἀνωτέρω τέτακται, οἱ δὲ γείτονες τῆς προκειμένης ὁλοκλήρου οἰκίας ἐκ τετραγώνου εἰσὶν οὗτοι· νότου ποτὲ ὀρβιοπώλου Ἀβρααμίου Ὡρουωγχίου νυνὶ δὲ οἰκία τῶν κληρονόμων Ἀνδρέου ποιμένος ἀπηλιώτου ἔπαυλις Προμαυῶτος Ἰσακίου πρωτοκωμήτου βορρᾶ οἰκία Ψαίου Ψενθαησίου πρεσβυτέρου λιβὸς δημοσία ῥύμη ἐν ᾗ ἐνέῳκται ἡ αὐθεντικὴ θύρα ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν τιμῆς τε τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας χρυσοῦ δεσποτικῶν δοκίμων νομισματίων δύο τρίτον συναλλαγῇ πρὸς παρὰ δύο τῷ χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισμάτια β γ συναλλαγῆς παρὰ β, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος Θεόδωρος Μακαρίου ποιούμενος τὸν λόγον καὶ ἀναδεχόμενος ὑπέρ τε ἐμοῦ καὶ ὑπὲρ τοῦ προσώπου τῶν προγεγραμμένων μου ἀδελφιδῶν παρʼ ὑμῶν τῶν ἐωνημένων Ἰακυβίου Ἰωάννου καὶ τῆς τούτου γαμετῆς Μαρίας Ψιμανωβὲτ ὑπὲρ ἡμίσους μέρους καὶ Ἐνῶχ Ψιμανωβὲτ ἀδελφοῦ τῆς προκειμένης Μαρίας ὑπὲρ ἄλλου ἡμίσους μέρους διὰ χειρὸς ὑμῶν εἰς χεῖράς μου ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσει γενομένῃ ἐφʼ ᾗ τιμῇ καὶ πεπεισμένος πρὸς τὸ ἐντεῦθεν ὑμᾶς τοὺς τοῦτο πριαμένους Ἰακύβιον Ἰωάννου καὶ τὴν τούτου γαμετὴν