Ancient Greek
SB 18 13333
Documentary Papyri, SB 18 13333
Not analysed yet
Σαραπίωνι τῷ καὶ Φανίᾳ στρατηγῷ Ἀραβίας Τιθοῆς Σαραπίωνος ἀπὸ Φακουσῶν μητροπόλεως διεραματίτης τῆς αὐτῆς Φακουσῶν. ὀμνύω τὴν Σεουήρου καὶ Ἀντωνίνου τῶν κυρίων Σεβαστῶν τύχην παραστήσειν τὸ ὑπάρχον μοι πλοῖον κύδαρον ἀγωγῆς ἀρταβῶν ρν πρὸς τὴν διέρασιν τοῦ δημοσίου πυροῦ ὁπόταν τὰ ἐξ ἀποστόλων πλοῖα παραγένηται, εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἡ χειρογραφία κυρία. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Σαραπίωνα …ου ἀπὸ Φακουσῶν. ἔτους ιϛ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Μεσορὴ α…. Τιθοῆς Σεραπίωνος ὤμοσα τὸν ὅρκον ὡς πρόκιται. Σαραπίων …ἐγγυῶμαι …τος …