Ancient Greek
SB 18 13369
Documentary Papyri, SB 18 13369
Not analysed yet
ἀμφοδάρχῃ ἀμφόδου Μοήρεος παρὰ Πολυδεύκους Σώτου τοῦ Μάρωνος μητρὸς Ἡρακλοῦτος τῆς Διοσκόρου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεος ἥμισυ μέρος πατρικοῦ ἡμίσους μέρους οἰκίας ἐν ᾧ προσαπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Μοήρεος ἐφʼ οὗ καὶ τῇ τοῦ ιϛ ἔτους ἀπογραφῇ ἀπεγραψάμην καί εἰσιν· Πτολεμαῖος Μύστου τοῦ Πρ…υ μητρὸς Θεωνίδος ἀδελφῆς τοῦ πατρὸς ἐτῶν μ… καὶ τὴν τούτου γυναῖκα Θαισᾶν τὴν καὶ Θάσιον Διονυσίου τοῦ Διδύμου μητρὸς Θασίου ἀδελφῆς πατρὸς ἐτῶν μη ἀπογεγραμμέν τῷ ιϛ ἔτει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Μοήρεος καὶ ἐξ ἀμφοτέρων υἱὸν Σάτυρον ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν ϛ καὶ θυγατέρας Θαισάριον ἐτῶν γ καὶ Θάσιον ἔτους α. Πολυδεύκης Σώτου ἐπιδέδωκα τὴν ἀπογραφὴν καθὼς πρόκειται. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ ιγ.