Ancient Greek
SB 18 13579
Documentary Papyri, SB 18 13579
Not analysed yet
…Σουῆρις τῆς Πανεφρύμιος μητρὸς Ἀνχῆς ὁμολογῶ πεπρακέναι Τεσενούφει Ἑριέως μητρὸς Στοτοήτιος τὸ ὑπάρχον μοι ἥμισυ μέρος οἰκίας μονοστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ …γείτονες· …βορρᾶ ἐξοδεύοντος ἡμῶν καὶ ἀπέχω παραχρῆμα τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει εἰς τὸν ἅπαντα χρόνον …τῶι πρὸς τῷ γραφείῳ χαράξαντα ἀποδοῦναι καὶ ὠνῆς συγγραφὴν …καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτῆς Ἀπύγχις …Τεσενοῦφις Ἑριέως μητρὸς Στοθουήτιος ἠγόρακα ἥμισυ μέρος οἰκίας μονοστέγου καὶ αὐλῆς …οἰκίας μονοστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους …Τεσενοῦφις Ἑριέως Στοθοήτιος ὡς ἐτῶν μα …ἔδωκα τὴν τιμὴν καθὼς πρόκειται. ὑπογραφεὺς τῆς ἀποστασίου συγγραφῆς …ἐνάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Φαρμοῦθι …