Ancient Greek
SB 18 13582
Documentary Papyri, SB 18 13582
Not analysed yet
Ἥρωνι Σατύρου ἐπιτηρητῇ οὐσίας Ἰούστου περὶ κώμην Θεαδέλφειαν παρὰ Ζωίλου Ζωίλου ἐπικαλουμένου Ἀβκούις ἀπὸ μητροπόλεως. βούλομαι μισθώσασθαι παρὰ σοῦ περὶ τὴν προκειμένην κώμην ἐν τῷ Κόικι ἄρουραν α ἐν αἷς φοίνικες καὶ συκάμινοι πρὸς μόνον τὸ ἐνεστὸς κε ἔτος φόρου τοῦ ἔτους φοίνικος ξηροῦ πατητοῦ ἀρταβῶν …καὶ ἐπιτελέσω τὰ προσόντα μοι τοῦ ἔτους ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιῶν …ἀπο… …ὁ Ἀπκούις εἰς τὸν τοῦ φοινικῶνος τῆς οὐσίας λόγον ἐξενίαυτα ἐν μηνὶ Ἁθὺρ, τῶν δημοσίων ὄντων πρὸς τὸν Ἥρωνα. Ἥρων μεμίσθωκα καθὼς πρόκειται. ἔτους κε Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Θὼθ κβ.