Ancient Greek
SB 18 13585
Documentary Papyri, SB 18 13585
Not analysed yet
…πέντε καὶ οἴνου ἀγγεῖον μέγα ἓν ἐν τῇ ἑορτῇ Θύνεως, καὶ μὴ δύνασθαι ἡμᾶς ἀναχωρῆσαι ἐκ τῆς ἀπεργασίας τῶν αὐτῶν ἀρουρῶν ἄχρι συμπληρώσεως τοῦ αὐτοῦ ὀκταετοῦς χρόνου· εἰ δὲ τοῦτο ποιήσομεν παρέξομεν ὑμῖν ὅλον τὸν φόρον τῶν αὐτῶν ὀκτὼ ἐτῶν ἀποταττόμενοι πάσῃ νόμου βοηθείᾳ βοηθούσῃ ἡμῖν περὶ τούτου. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Φοιβάμμων καὶ Ἀβραάμιος οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Αὐρήλιος Φιλήμων Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Πέτρος Γεωργίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἰουλιανὸς Λουλοῦτος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Θεοδοσίου σὺν Θεῷ συμβολαιογράφου ἐγράφη. Κύριε βοήθει …μίσθωσις Φοιβάμμωνος καὶ Ἀβρααμίου γεωργῶν ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμοπολίτου …ιβ