Ancient Greek
SB 18 13593
Documentary Papyri, SB 18 13593
Not analysed yet
Πολύβιος τῷ πατρί μου Ἡρακλείδῃ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων ἀσπάζομαί σε παρὰ τοῖς πατρῴοις θεοῖς καὶ τὰ ἀβάσκαντά σοι παιδία. γιγνώσκειν σε θέλω κόμισον παρὰ Ψάεις καμηλάτου εω…ιου σφυρίδιον ἔχον μάτιον ἐλαιῶν καὶ πλακοῦντιν φοινικίων καὶ ὀλίγα φοινίκια. οὐκ ἐδήλωσάς μοι ὅτι εἰ ἐκόμισες παρὰ τοῦ Πετβῆς σφυρίδιον ἔχον ἐλαιῶν μέτρα τρία . καὶ πολλάκις ἔγραψά σοι ἐπιστόλια καὶ οὐδεμίαν μοι ἀντιγραφήν μοι ἐδήλωσας. ἀγόρασόν μοι ἐκ τῆς ἐμῆς τιμῆς πόκον ἐριδίων ἐκ τιμῆς. καὶ δήλωσόν μοι περὶ οὗ θέλεις. καὶ κεράμιον λεπτοταριχίων τῆς οὔσης τιμῆς, ἀβραμίδων. καὶ περὶ τοῦ προπιναρίου γάρου, ὅν μοι ἔπεμψες, εὗρον αὐτὸν ἄσμενος. κόμισον παρὰ τοῦ αὐτοῦ Ψάεις καμηλάτου κούκουμαν ἐλαίου, καὶ ὑπηρέτησον αὐτόν, ἵνα εἰσχύσῃ ὑπηρετεῖν ἡμᾶς ἐξ ἀμ…ν ἔρρωσο. ἀπόδος Ἡρακλείδῃ τῷ πατρί μου παρὰ Πολυβίου …απ…