Ancient Greek
SB 18 13613
Documentary Papyri, SB 18 13613
Not analysed yet
τῷ κυρίῳ μου Ἑρμῆτι τῷ πατρὶ Κοπρῆς χαίρειν· πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς πατρίοις θεοῖς. διὸ οὖν ἔγραψά σοι ἄλλοτε περὶ τοῦ γεναμένου πένθους πάντων ἕνεκε τοῦ ἐπιστάτου μου Ἑρματίονος. διὸ οὖν ἐξερχόμενος ἔνεγκέ μοι ῥητίνην καὶ σπαθία εἰς ἐργάζειν καὶ τὸ ταλάριον, ὃ εἶπέν σοι. ἐρρῶσθαί σε εὔχομαι. …ἔνεγκέ μοι ὑποδήματα. Κοπρῆς Ἑρμῆτι πατρί. ἀπόδος Ἑρμῆτι ἀπὸ Κοπρέους