Ancient Greek
SB 18 13620
Documentary Papyri, SB 18 13620
Not analysed yet
……τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου, Θὼθ ιζ, ιβ ἰνδικτίονος. …βιάρχῳ ἀριθμοῦ τῶν γενναιοτάτων καὶ καθωσιωμένων Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων, παρὰ Σαμουὴλ Ἰακώβου μητρὸς …Ἰουδαίου τῇ θρησκείᾳ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ ἐφʼ ὃν βούλεται χρόνον λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον σοι δίμοιρον μέρος ὁλοκλήρου οἰκίας οἷάς ἐστιν διαθέσεως …αὐλῆς καὶ φρέατος καὶ παντὸς δικαίου καὶ χρηστηρίου διακειμένης ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου πρὸς ἡμετέραν χρῆσιν καὶ οἴκησιν, ἐνοικείου τοῦ αὐτοῦ διμοίρου μέρους τοῦ ὅλου ἐνιαυτοῦ ἀργυρίου ταλάντων ὀκτακισχιλίων ,ὅπερ ἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως· καὶ ὁπόταν βουληθῇς ἔχειν, παραδώσω σοι τὸ αὐτὸ δίμοιρον μέρος σὺν θύραις καὶ κλεισὶ ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαμουὴλ Ἰακώβου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος Σαραπίωνος ἐπερωτηθεὶς μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Φοιβάμμων Πινοτίωνος ἐπερωτηθεὶς μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἀφοῦτος ἐγράφη διὰ Φοιβάμμωνος βοηθοῦ.