Ancient Greek
SB 18 13735
Documentary Papyri, SB 18 13735
Not analysed yet
Τεῶτι κωμογραμματεῖ Ἀττίνου Εἰσιήου παρὰ Πρωτομάχου τοῦ Πρωτομάχου τῶν κατοίκων ἱππέων. ὄντος ἐθισμου ἔτι ἄνωθεν τοὺς ὑποκειμένους κλήρους καὶ τὰς ἄλλας γᾶς τῇ φερούσῃ ἐκ τοῦ Ἀττίνου Εἰσιήου διώρυγι ἥ ἐστιν ποτίστρα, τούτους δὲ ἀνασκάπτειν τὸν ἐν τῇ διώρυγι χοῦν ἐπὶ τὰ χώματα πρὸς τὸ μὴ κατακλυσθῆναι τὰς γᾶς, διὸ ἐπιδίδωμι ὅπως προσκαλεσάμενος τούς τε γεωργοῦντας καὶ τοὺς κυρίους τῶν τόπων διὰ τοῦ παρʼ ἐμοῦ γεωργοῦ συντάξῃς ποιήσασθαι τὰ σκάμματα καὶ τὴν στέγνωσιν τῶν χωμάτων τῆς διώρυγος ἢ ὅτι ποτιζομένης πρὸ τῆς ὕδατος ἐμβολῆς τῆς παρʼ ἐμοῦ γῆς συνβοηθοῦσι ἡμῖν· βραχῆναι ἐγώ τε καὶ ὁ παρʼ ἐμοῦ γεωργὸς ἂν αἴτιοι ὦμεν ὑποτάξαι δὲ καὶ τοῦ ὑπομνήματος τὸ ἀντίγραφον ἵνʼ ὑπάρχῃ ἐν χρηματισμῶι· τυνχάνω δʼ ἐπὶ τῶν αὐτῶν ἐπιδεδωκὼς τὰ ὑπομνήματα τῷ στρατηγῷ καὶ τῷ βασιλικῷ γραμματεῖ. εὐτύχει.