Ancient Greek
SB 18 13775
Documentary Papyri, SB 18 13775
Not analysed yet
περὶ τῶν τελῶν Αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀντώνιος Γορδιανὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ …,ὕπατος τὸ β, πατὴρ πατρίδος, Ἀντινοέων νέων Ἑλλήνων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ὧν ὁ Θεὸς Ἁδριανὸς προτέρους ὑμᾶς ἀφῆκεν τελῶν τῶν καθεστηκότων ἐπὶ τοῖς καλουμένοις Ζεύγμασιν ἐφʼ οἷς ἂν ἀγωγίμοις ἀπὸ τῆς ἄνω χώρας εἰς τὴν ἑαυτῶν χρείαν εἰσάγησθε, εἰκότως ἂν εἴητε καὶ νῦν ἀπηλλαγμένοι, εἰ μή τι ἢ αὐτοκράτορος πρόσταξις ἢ κατὰ ταύτην κρίσις ἐνεωτέρισεν εἰς τὴν χάριν. εἰ, ὥσπερ ἰσχυρίζεσθε, τελωνικὴ μόνον αὐτὴν ἐπειράθη μετακινεῖν πλεονεξία, οὐδεμίαν αὕτη βλάβην ὑμῖν προστρίψεται, τὴν δὲ στήλην τὴν καθῃρημένην ἐφʼ ὑμῖν ἐστιν ἱστάναι, εἰ τὸ πιστὸν αὐτῆς ἀπὸ τῆς ἀποκειμένης ἀντιγράφου στήλης ἐν Μέμφι σῴζεται. ἐπρέσβευον οἱ ἐγγεγραμμένοι τῷ ψηφίσματι καὶ σὺν αὐτοῖς Δίδυμος ὁ καὶ Μάξιμος. εὐτυχεῖτε. πρὸ μιᾶς Εἰδῶν Μαρτίων ἀπὸ Ῥώμης.