Ancient Greek
SB 18 13843
Documentary Papyri, SB 18 13843
Not analysed yet
ἔτους θ Φαρμοῦθι ιβ. ὁμολογεῖ Σαραπίων ὁ παρὰ Μητροδώρου καὶ Ὀννῶφρις ὁ παρὰ Χοάπεως τοῦ τοπογραμματέως παραδεδωκέναι Πομβῶν Φανήσιος καὶ Παλοῦς Φανήσιος εἰς τὰ ἔρια, ὧν τὴν τιμὴν ἔχουσιν οἱ ἐκ Μούχεως ποιμένες ἀπὸ τραπέζης, Πομβῶς μὲν ἐρέας τάλαντον ἓν γίνεται τάλαντον α καὶ Παλοῦς Φανήσιος τάλαντα δύο γίνεται τάλαντα β, γίνεται τάλαντα γ. ὁμολογεῖ Σαραπίων ὁ παρὰ Μητροδώρου παραδεδόσθαι διʼ ἐμοῦ παρὰ τῶν προγεγραμμένων ἐκ Μούχεως ποιμένων ἐρίων τάλαντα τρία, γίνεται τάλαντα γ. ὁμολογεῖ Ὀννῶφρις ὁ παρὰ Χοάπιος παραδεδόσθαι διʼ ἐμοῦ παρὰ τῶν προγεγραμμένων ἐρίων τάλαντα τρία, γίνεται τάλαντα γ.