Ancient Greek
SB 18 13846
Documentary Papyri, SB 18 13846
Not analysed yet
ἔτους ι Χοιὰχ κ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. κατέβαλεν Πανεβχοῦνις Τοτοέους Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως Φμόιτι Φεντεμμούτιος τῶν ἐκ τῆς αὐτῆς Παθύρεως φερομένων ἐν τῆι Ἀνταίου πεζῶν χαλκοῦ τάλαντα ὀκτὼ τὰ δανεισθέντα αὐτῶι κατὰ συγγραφὴν τὴν τεθεῖσαν ἐν τῆι προειρημένηι Παθύρει τοῦ θ ἔτους Μεχεὶρ …ἐφʼ Ἑρμίου τοῦ παρὰ Σώσου ἀγορανόμου καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Φμόις ἀνωμολογήσαντο ἀπέχειν τὰ χαλκοῦ τάλαντα η καὶ μηδὲν ἐγκαλεῖν αὐτῶι περὶ μηδενὸς τῶν κατὰ τὴν τοῦ δανείου συγγραφὴν τὴν δηλουμένην πάντων παρευρέσει ᾑτινιοῦν. Πανίσκος κεχρημάτικα ἔτους ι Χοιὰχ κ. ἔτους ι Χοιὰχ κ κατέβαλεν Πανεβχοῦνις Φμοίτι χαλκοῦ τάλαντα η