Ancient Greek
SB 18 13858
Documentary Papyri, SB 18 13858
Not analysed yet
παρὰ Μάρκου Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Ἡρακλείδου καὶ ὡς χρηματίζει διὰ Αὐρηλίου Θέωνος ἀσήμου ἀρχιερέως βουλευτοῦ ἀδελφοῦ συσταθέντος. βούλομαι ἐκχωρῆσαι δίκαιον δανείου ὃ ἐδάνεισα πρὸ τοῦ με τυχεῖν τῆς τῶν Ῥωμαίων πολιτείας χρηματίζων Σαραπίων ὁ καὶ Ἡρακλείδης Σαραπίωνος τοῦ Γαλάτου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς τῷ προδιεληλυθότι ιδ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Σεουήρου μηνὶ Φαμενὼθ διʼ ἐπιτηρητῶν ἀγορανομίας Πέρα εἰς Ἀτίωνα Θέωνος τοῦ καὶ Ἁδρ μητρὸς Θεοναρίου τῆς καὶ Σαραποῦτος ἀπὸ κώμης Φαινίππου ἀργυρίου κεφαλαίου δραχμὰς Β τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον τότε εἰς ἀπόδοσιν μετὰ μῆνας ϛ ἐπὶ ὑποθήκῃ ἃ ἀπεγράψατο τῇ κ Φαμενὼθ γ ἔτους θεοῦ Σεουήρου ἀπὸ ὀνόματος τῆς μάμμης αὐτοῦ κατὰ πατέρα Ἡραίδος Ταίωνος μητρὸς Θαήσιος …ἀκολούθως ᾗ ς…