Ancient Greek
SB 18 13861
Documentary Papyri, SB 18 13861
Not analysed yet
Διογένης Δημητρίωι χαίρειν. γίνωσκε ἡμᾶς κεκωλῦσθαι ἐργάζεσθαι ὑπὸ Πτολεμαίου τοῦ Μενεσθέως καὶ Πτολεμαίου τοῦ Ἡρακλείδου τῶν λογευόντων τὴν ἐπιγραφὴν τὰς δύο δραχμὰς τῶι μετρητῇ, καὶ φάσκειν αὐτοὺς παραγράφεσθαί σε κεραμίων ἑβδομήκοντα δραχμὰς ρμ καὶ κενοῦ δραχμὰς ι, ὥστʼ εἶναι δραχμὰς ρν. σὺ οὖν καλῶς ποιήσεις φροντίσας ὡς οὐ περισπασθησόμεθα. καὶ ὑπὲρ κλημάτων οὐχ ὑπομενεῖ κατάγειν ὁ καταμήνιος, ἐὰν μὴ χαλκοῦς λάβῃ. ἔρρωσο. σὺ οὖν φρόντιζε ὡς δεθήσεται τὰ ξύλα καὶ ἄν που ἀνενεχθῇ διασάφησόν μοι. Δημητρίωι