Ancient Greek
SB 18 13912
Documentary Papyri, SB 18 13912
Not analysed yet
ἔτους δ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ε· ἔσχον παρὰ Πασίωνος εἰς λόγον πρεσβυτέρου Αὐρηλίου τοῦ αὐτοῦ ἔτους δραχμὰς δ, Ἁθὺρ ε ἄλλας δραχμὰς δ, Τῦβι θ ὁμοίως ἄλλας δραχμὰς τέσσαρες, δραχμὰς δ, Φαρμοῦθι …ἄλλας δραχμὰς τέσσαρες, δραχμὰς δ, Ἐπεὶφ γ ἄλλας δραχμὰς τέσσαρες, δραχμὰς δ.