Ancient Greek
SB 18 13916
Documentary Papyri, SB 18 13916
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Ἀρκαδίου τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαουίου Βαύτονος τοῦ λαμπροτάτου Ἐπεὶφ β. τὸ κοινὸν τῶν ἀπὸ τῆς ἐργασίας τῶν λαναρίων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν τῶν ἑξῆς ἐγγεγραμμένων κεφαλαιωτῶν Αὐρηλίων Ἀχίλλωνος Ἥρωνος καὶ Θέωνος Ἄπιδος Αὐρηλίῳ Ἀμμωνίῳ Πιηοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως ὁμοτεχνίτῃ χαίρειν· ἔσχαμεν παρὰ σοῦ τὴν αἱροῦσαν καὶ ἐπιβάλλουσάν σοι συντέλειαν τοῦ πραγματευτικοῦ χρυσαργύρου τῆς ιδ ἰνδικτίονος καὶ οὐδένα λόγον ἔχομεν πρὸς σὲ περὶ τούτου …