Ancient Greek
SB 18 13946
Documentary Papyri, SB 18 13946
Not analysed yet
Εὐδαίμων Ἑρμοδώρῳ τῷ κυρίῳ μου ἀδελφῷ χαίρειν. νὴ τὴν σὴν σωτηρίαν, εἰ μὴ τὰ ἐπικίμενά μοι νῦν φροντίσματα τοιαῦτα ἦν καὶ τηλικαῦτα ὡς ἀπαραίτητα εἶναι, πάντα ἂν καταλιπὼν αὐτὸς πρὸς ὑμᾶς ἀφικόμην ὅπως τε ὑμᾶς προσκυνήσω καὶ περὶ τοῦ συμβάντος ἀνθρωπίνου τῇ θυγατρὶ ὑμῶν διαλεχθῶ μάλιστα τῇ ἀδελφῇ. οἶδα γὰρ ὅτι σύ, ἄνθρωπος ὢν καὶ διὰ πείρας πολλῶν γενόμενος, δυνήσει σαυτοῦ κρατεῖν, δέομαι δέ σου καὶ τῇ ἀδελφῇ τὰ δέοντα ὁμιλῆσαι τούτου ἕνεκεν. οὐδεὶς γὰρ τῶν ἁπλῶς γεννωμένων ἀθάνατος. μακαρία μὲν ἐκείνη ἡ πρὸ τῶν συμφορῶν τὸν δύστηνον καὶ μοχθηρὸν βίον φυγοῦσα, τὴν δὲ δεῖ καὶ οὕτω κακῶς διακειμένην ὅμως τῶν ἀν…απο… εσθαι. δέομαί σου, κύριε, εἴ ποτε τοῖς ἐν ἀνάγκῃ ἐχρησίμευσας, νῦν …Ἑρμοδώρῳ ἐξηγητῇ Ἀλεξανδρείας παρὰ Εὐδαίμονος σπεκουλάτορος ἀδελφοῦ